Add parallel Print Page Options

Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ [a]ἀφθορίαν, [b]σεμνότητα, λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων [c]λέγειν περὶ ἡμῶν φαῦλον.

Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, 10 μὴ νοσφιζομένους, ἀλλὰ [d]πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν [e]τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν.

11 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ [f]θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις 12 παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, 13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν [g]Ἰησοῦ Χριστοῦ, 14 ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.

15 Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΤΙΤΟΝ 2:7 ἀφθορίαν WH Treg NIV ] ἀδιαφθορίαν RP
  2. ΠΡΟΣ ΤΙΤΟΝ 2:7 σεμνότητα WH Treg NIV ] + ἀφθαρσίαν RP
  3. ΠΡΟΣ ΤΙΤΟΝ 2:8 λέγειν περὶ ἡμῶν WH Treg NIV ] περὶ ἡμῶν λέγειν RP
  4. ΠΡΟΣ ΤΙΤΟΝ 2:10 πᾶσαν πίστιν WH Treg NIV ] πίστιν πᾶσαν RP
  5. ΠΡΟΣ ΤΙΤΟΝ 2:10 τὴν WH Treg NIV ] – RP
  6. ΠΡΟΣ ΤΙΤΟΝ 2:11 θεοῦ WH Treg NIV ] + ἡ RP
  7. ΠΡΟΣ ΤΙΤΟΝ 2:13 Ἰησοῦ Χριστοῦ NIV RP ] Χριστοῦ Ἰησοῦ WH Treg